Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.114 Joseph. AJ 17.118 (English) >>Joseph. AJ 17.122

17.117καὶ μὴ μόνον αὐτὸς πονηρὸς καθιστάμενος, ἀλλὰ καὶ τὴν μητέρα ὧν ἐπενόεις πιμπλὰς καὶ στασιοποιῶν τὴν εὔνοιαν τοῖς ἀδελφοῖς καὶ τολμῶν θηρίον ἀποκαλεῖν τὸν πατέρα, παντὸς ἑρπετοῦ χαλεπωτέραν τὴν διάνοιαν κατεσκευασμένος, τὸν ἐκείνων ἰὸν ἐπὶ τοὺς συγγενεστάτους καὶ τοὺς ἐπὶ τοσούτοις εὐεργέτας παρεκάλεις ἐπὶ συμμαχίαις φυλάκων καὶ τέχναις ἀνδρῶν καὶ γυναικῶν φρασσόμενος κατὰ τοῦ γέροντος, ὥσπερ οὐκ ἀρκούσης τῆς διανοίας μῖσος τὸ ὑποικουροῦν παραστῆσαι. 17.118καὶ νῦν ἐλήλυθας μετὰ βασάνους ἐλευθέρων οἰκετῶν ἀνδράσι γυναιξὶν διὰ σὲ γεγονυίας μηνύσεις τῶν συνωμοτῶν ἀντιλογεῖν τῇ ἀληθείᾳ σπεύδων, καὶ μονονουχὶ τὸν πατέρα ἀναιρεῖν μεμελετηκὼς ἐκ τοῦ ἀνθρωπείου, ἀλλʼ ἤδη καὶ νόμον τὸν κατὰ σοῦ γεγραμμένον καὶ τὴν ἀρετὴν τὴν Οὐάρου καὶ τοῦ δικαίου τὴν φύσιν, 17.119οὕτως ἄρα τῇ ἀναιδείᾳ πέποιθας, ὥστε καὶ βασανίζεσθαι ἀξιοῖς, καὶ ψευδεῖς λέγων τὰς βασάνους τῶν προβεβασανισμένων, ἵνʼ οἱ μὲν ῥυόμενοί σου τὸν πατέρα ἐκκρουσθῶσιν τοῦ ἠληθευκέναι, αἱ δὲ σαὶ βάσανοι δοκῶσι πισταί; 17.120οὐ ῥύσῃ Οὔαρε τὸν βασιλέα τῆς ἐπηρείας τῶν συγγενῶν; οὐδὲ πονηρὸν θηρίον, ἐπʼ ὀλέθρῳ μὲν τῶν ἀδελφῶν εὔνοιαν προσποιούμενον τοῦ πατρός, ἔνθα δὲ μέλλοι καταμόνας ταχέως ἀποίσεσθαι τὴν βασιλείαν πάντων αὐτῷ θανασιμώτατον ἀναφαινόμενον; γνοὺς ὅτι πατροκτονία κοινόν ἐστιν ἀδίκημα καὶ τῆς φύσεως καὶ τοῦ βίου τὴν πεφηνυῖαν ὡς οὐδὲν ἡσσόνως τοῦ βεβουλευμένου καὶ μὴ κολάζων ἀδικεῖ τὴν φύσιν.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.114 Joseph. AJ 17.118 (English) >>Joseph. AJ 17.122

Powered by PhiloLogic